Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.32 Joseph. AJ 11.37 (English) >>Joseph. AJ 11.42

11.35καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βύσσινον καὶ περιαυχένιον χρύσεον, καὶ μετʼ αὐτὸν ἕξειν προεδρίαν διὰ τὴν σοφίαν καὶ συγγενής μου, 11.36ἔφη, κληθήσεται.” ταύτας ἐπαγγειλάμενος αὐτοῖς παρέξειν τὰς δωρεὰς ἐρωτᾷ μὲν τὸν πρῶτον, εἰ οἶνος ὑπερισχύει, τὸν δεύτερον δέ, εἰ οἱ βασιλεῖς, τὸν τρίτον δέ, εἰ αἱ γυναῖκες τούτων μᾶλλον ἀλήθεια. ταῦτα προθεὶς αὐτοῖς ζητεῖν ἡσύχασεν. 11.37ὄρθρου δὲ μεταπεμψάμενος τοὺς μεγιστᾶνας καὶ σατράπας καὶ τοπάρχας τῆς Περσίδος καὶ Μηδικῆς καὶ καθίσας ἐν χρηματίζειν εἰώθει, τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσεν πάντων ἀκουόντων ἀποφαίνεσθαι τὸ δοκοῦν αὐτῷ περὶ τῶν προκειμένων. 11.38

Καὶ πρῶτος ἤρξατο λέγειν τὴν τοῦ οἴνου δύναμιν οὕτως αὐτὴν ἐμφανίζων· “ἄνδρες γὰρ εἶπεν, ἐγὼ τὴν ἰσχὺν τοῦ οἴνου τεκμαιρόμενος πάντα ὑπερβάλλουσαν εὑρίσκω τούτῳ τῷ τρόπῳ· 11.39σφάλλει γὰρ τῶν πινόντων αὐτὸν καὶ ἀπατᾷ τὴν διάνοιαν καὶ τὴν τοῦ βασιλέως τῇ τοῦ ὀρφανοῦ καὶ δεομένου κηδεμόνος ὁμοίαν τίθησιν, καὶ τὴν τοῦ δούλου διεγείρει πρὸς παρρησίαν τοῦ ἐλευθέρου, τε τοῦ πένητος ὁμοία γίνεται τῇ τοῦ πλουσίου·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.32 Joseph. AJ 11.37 (English) >>Joseph. AJ 11.42

Powered by PhiloLogic